Ὕμνοι Δοξολογικοί καί Παρακλητικοί
εἰς τήν Μυρτιδιώτισσαν, εἰς τύπον τῶν μεγαλυναρίων,*
ὧν ἡ ἀκροστιχίς˙ Μητρόθεε διάσωσον
 

Μητρόθεε Ἄνασσα Οὐρανοῦ,
ὄντως Πλατυτέρα, καί Ἀγγέλων
φωτοειδῶν, τῶν ἀκαταπαύστως,
ὑμνούντων τήν σήν δόξαν, Δέ-
σποινα καί Κυρία, Θεομακάριστε.

Ηλίου τῆς δόξης τοῦ νοητοῦ, τῆς
Δικαιοσύνης ἀπαστράψαντος τοῖς
ἐν γῇ, τοῦ πάντων Δεσπότου, Κυρίου
καί Σωτῆρος, Μήτηρ ὑπάρχεις ὄντως,
ἡ Παμμακάριστος.

Τ
εκοῦσα ἀφράστως τόν σόν
Υἱόν, τόν Παντευεργέτην καί Σωτῆρα
καί Λυτρωτήν τόν κόσμον λυτροῦσαι,
παθῶν καί καχεξίας, ὡς πάντων
ὑπερτέρα, Μυρτιδιώτισσα.

Ρ
ᾶνον θείοις μύροις τόν
σόν λαόν, ἡ ἐν μυρτιδίοις ἀνα-
τείλασα θαυμαστῶς, ἁγίᾳ Εἰκό-
νι, θαυματουργῷ καί θείᾳ, καί
δίδου τήν σήν χάριν, Μυρτιδιώτισσα.

Ο
ἱ ἔχοντες σκέπην σήν κραταιάν,
σεμνύνονται πάντες καί καυχῶνται
κατά Θεόν, σέ ἔχοντες τεῖχος, καί
θείαν προστασίαν, σεισμῶν πυρός
καί βλάβης, διαφυλάττουσαν.

Θ
εράπευσον Κόρη σούς ὑμνητάς,
ψυχῶν τε τάς νόσους, καί σωμάτων
τάς χαλεπάς, καί ἴασαι Μῆτερ, κακῶν
καί ἀσθενείας, δεινῶν ἀρρωστημάτων,
Μυρτιδιώτισσα
.

Ε
κ πάσης ἀνάγκης καί πειρα-
σμῶν, χαλεπῶν κινδύνων ἐπῃ-
ρείας τοῦ πονηροῦ, ρῦσαι νεο-
λαίαν δεινῶς κλονιζομένην, καί
δοκιμαζομένην, Μυρτιδιώτισσα.

Ε
ξελε τούς νέους Μῆτερ Θεοῦ,
παθῶν καί κινδύνων πολυτρόπων
παντοδαπῶν, κράτυνον τήν πίστιν
τά ἤθη καί τό σέβας, θείᾳ κληρο-
νομίᾳ, Μυρτιδιώτισσα.

Δ
εσμῶν ἁμαρτίας φθοροποιῶν,
καί πάσης κακίας καταχρήσεων
συμφορῶν, καί λευκοῦ θανάτου,
ἐκλύτρωσαι Παρθένε, φιλτάτην
νεολαίαν, Μυρτιδιώτισσα.

Ι
λέῳ σου ὄμματι στοργικῷ,
καί σῇ εὐσπλαγχνίᾳ διαφύλαττε
μητρικῇ, τάς νήσους Κυθήρων
καί τῶν Ἀντικυθήρων, σεισμῶν
πυρός μαχαίρας, Μυρτιδιώτισσα.

Α
γάπην ὁμόνοιαν καί στοργήν,
παράσχου συζύγοις καί γονεῦσι
Μῆτερ Θεοῦ, καί δίδου πλουσίως,
χαράν καί εὐφροσύνην, πιστότη-
τα εἰρήνην, Μυρτιδιώτισσα.

Σ
εισμοῦ διασῴζουσα φυσικοῦ,
σεισμικάς δονήσεις σύ ἀπότρεψον
ἠθικάς, καί ἐκ ναυαγίων, οἰκογε-
νείας σῷζε, φρίκης διαζυγίων,
Μυρτιδιώτισσα
.

Ω
Μῆτερ τοῦ Λόγου καί Λυ-
τρωτοῦ, σήν χάριν αἰτοῦμεν
ἐκκαρδίας τε καί ψυχῆς, μετάνοιαν
δοῦναι, σοῖς δούλοις ἀναξίοις,
οἰνοποσίας πάθους, σύ ἀπαλλάτ-
τουσα.

Σωτῆρα ἡ τέξασα καί Θεόν,
παντοίων κινδύνων διασῴζεις
καί συμφορῶν, αἱρέσεως πλά-
νης, σχίσματος τῆς μανίας,
ἐν τάχει ἀπαλλάττεις,
Μυρτιδιώτισσα
.

Ο
πάντων ἁγίων τάς ἀρετάς,
ἀεί ὑπερβαίνων ὡς ὁ Κύριος καί
Θεός, Μητέρα σου θείαν, σεμνήν
Ὑπεραγίαν, πρόσδεξαι δυσωποῦ-
σαν,
Μυρτιδιώτισσαν
.

Νεότητα σῴζουσα ὦ Ἁγνή,
ἀνθρώπους ὡρίμους, οἴκους
νέους θεοσεβεῖς, καί τίμιον
γῆρας, διαφυλάττειν σπεύδεις,
Κυρία τῶν Ἀγγέλων,
Μυρτιδιώτισσα.

 

ΜΥΡΤΙΔΙΩΤΙΣΣΑ






ΜΥΡΤΙΔΙΩΤΙΣΣΑ

 

 

 

 

 

panagia_myrtidiotissa



 

 

 

 

 

 

 

 


*Οἱ ὕμνοι οὗτοι, συντεθέντες χάριτι Θείᾳ καί εὐδοκίᾳ τῆς Παναχράντου διά τήν προστασίαν τοῦ λαοῦ ἐκ τῆς φοβερᾶς τοῦ σεισμοῦ ἀπειλῆς καί λοιπῶν κινδύνων, ὑπό τοῦ Μητροπολίτου Κυθήρων Σεραφείμ (Ἰούνιος 2006), ψάλλονται μετά τά Μεγαλυνάρια τῆς Ἱερᾶς Παρακλήσεως καί κατά τάς ἱεράς λιτανεύσεις τῆς ἁγίας Εἰκόνος τῆς Μυρτιδιωτίσσης.

footer

  • Παρασκευή 14 Δεκεμβρίου Θύρσου, Λευκίου, Καλλινίκου, Φιλήμονος, Απολλωνίου, Αρριανού μαρτ.

  • Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 75 επισκέπτες

  • Εμφανίσεις Άρθρων
    4982790

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ